Add parallel Print Page Options

15 Ἦσαν δὲ [a]αὐτῷ ἐγγίζοντες πάντες οἱ τελῶναι καὶ οἱ ἁμαρτωλοὶ ἀκούειν αὐτοῦ. καὶ διεγόγγυζον οἵ [b]τε Φαρισαῖοι καὶ οἱ γραμματεῖς λέγοντες ὅτι Οὗτος ἁμαρτωλοὺς προσδέχεται καὶ συνεσθίει αὐτοῖς. εἶπεν δὲ πρὸς αὐτοὺς τὴν παραβολὴν ταύτην λέγων· Τίς ἄνθρωπος ἐξ ὑμῶν ἔχων ἑκατὸν πρόβατα καὶ [c]ἀπολέσας [d]ἐξ αὐτῶν ἓν οὐ καταλείπει τὰ ἐνενήκοντα ἐννέα ἐν τῇ ἐρήμῳ καὶ πορεύεται ἐπὶ τὸ ἀπολωλὸς ἕως εὕρῃ αὐτό; καὶ εὑρὼν ἐπιτίθησιν ἐπὶ τοὺς ὤμους [e]αὐτοῦ χαίρων, καὶ ἐλθὼν εἰς τὸν οἶκον συγκαλεῖ τοὺς φίλους καὶ τοὺς γείτονας, λέγων αὐτοῖς· Συγχάρητέ μοι ὅτι εὗρον τὸ πρόβατόν μου τὸ ἀπολωλός. λέγω ὑμῖν ὅτι οὕτως χαρὰ [f]ἐν τῷ οὐρανῷ ἔσται ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι ἢ ἐπὶ ἐνενήκοντα ἐννέα δικαίοις οἵτινες οὐ χρείαν ἔχουσιν μετανοίας.

Ἢ τίς γυνὴ δραχμὰς ἔχουσα δέκα, ἐὰν ἀπολέσῃ δραχμὴν μίαν, οὐχὶ ἅπτει λύχνον καὶ σαροῖ τὴν οἰκίαν καὶ ζητεῖ ἐπιμελῶς ἕως [g]οὗ εὕρῃ; καὶ εὑροῦσα [h]συγκαλεῖ τὰς φίλας [i]καὶ γείτονας λέγουσα· Συγχάρητέ μοι ὅτι εὗρον τὴν δραχμὴν ἣν ἀπώλεσα. 10 οὕτως, λέγω ὑμῖν, [j]γίνεται χαρὰ ἐνώπιον τῶν ἀγγέλων τοῦ θεοῦ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι.

11 Εἶπεν δέ· Ἄνθρωπός τις εἶχεν δύο υἱούς. 12 καὶ εἶπεν ὁ νεώτερος αὐτῶν τῷ πατρί· Πάτερ, δός μοι τὸ ἐπιβάλλον μέρος τῆς οὐσίας· [k]ὁ δὲ διεῖλεν αὐτοῖς τὸν βίον. 13 καὶ μετ’ οὐ πολλὰς ἡμέρας συναγαγὼν [l]πάντα ὁ νεώτερος υἱὸς ἀπεδήμησεν εἰς χώραν μακράν, καὶ ἐκεῖ διεσκόρπισεν τὴν οὐσίαν αὐτοῦ ζῶν ἀσώτως. 14 δαπανήσαντος δὲ αὐτοῦ πάντα ἐγένετο λιμὸς [m]ἰσχυρὰ κατὰ τὴν χώραν ἐκείνην, καὶ αὐτὸς ἤρξατο ὑστερεῖσθαι. 15 καὶ πορευθεὶς ἐκολλήθη ἑνὶ τῶν πολιτῶν τῆς χώρας ἐκείνης, καὶ ἔπεμψεν αὐτὸν εἰς τοὺς ἀγροὺς αὐτοῦ βόσκειν χοίρους· 16 καὶ ἐπεθύμει [n]γεμίσαι τὴν κοιλίαν αὐτοῦ ἀπὸ τῶν κερατίων ὧν ἤσθιον οἱ χοῖροι, καὶ οὐδεὶς ἐδίδου αὐτῷ.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 15:1 αὐτῷ ἐγγίζοντες WH Treg NIV ] ἐγγίζοντες αὐτῷ RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 15:2 τε WH Treg NIV ] – RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 15:4 ἀπολέσας WH NIV RP ] ἀπολέσῃ Treg
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 15:4 ἐξ αὐτῶν ἓν WH Treg NIV ] ἓν ἐξ αὐτῶν RP
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 15:5 αὐτοῦ WH Treg NIV ] ἑαυτοῦ RP
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 15:7 ἐν τῷ οὐρανῷ ἔσται WH NIV ] ἔσται ἐν τῷ οὐρανῷ Treg RP
  7. ΚΑΤΑ ΛΟΥΚΑΝ 15:8 οὗ WH Treg NIV ] ὅτου RP
  8. ΚΑΤΑ ΛΟΥΚΑΝ 15:9 συγκαλεῖ WH NIV ] συγκαλεῖται Treg RP
  9. ΚΑΤΑ ΛΟΥΚΑΝ 15:9 καὶ WH Treg NIV ] + τὰς RP
  10. ΚΑΤΑ ΛΟΥΚΑΝ 15:10 γίνεται χαρὰ WH Treg NIV ] χαρὰ γίνεται RP
  11. ΚΑΤΑ ΛΟΥΚΑΝ 15:12 ὁ δὲ WH Treg NIV ] Καὶ RP
  12. ΚΑΤΑ ΛΟΥΚΑΝ 15:13 πάντα WH Treg NIV ] ἅπαντα RP
  13. ΚΑΤΑ ΛΟΥΚΑΝ 15:14 ἰσχυρὰ WH Treg NIV ] ἰσχυρὸς RP
  14. ΚΑΤΑ ΛΟΥΚΑΝ 15:16 γεμίσαι τὴν κοιλίαν αὐτοῦ ἀπὸ Treg NIV RP ] χορτασθῆναι ἐκ WH NA